Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ τὴν Ἀθανασίου κάθοδον, Λουκίφερ ὁ Καράλλων τῆς Σαρδονίας ἐπίσκοπος, καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν Ἰταλίᾳ Λιγύων, ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον. Ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου

476
διηνεκῶς φεύγειν προσετάχθησαν. Ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς Ἀλεξάνδρειαν, ὅπως σὺν Ἀθανασίῳ σύνοδον ἀθροίσῃ ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων.

Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ̓ αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς Ἀντιόχειαν, ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν: ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώϊος: διεφέροντο δὲ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί: μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος, ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον.

Ἐν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες εἰς Ἀλεξάνδρειαν ἅμα Ἀθανασίῳ καὶ Εὐσεβίῳ, τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. Ὁμοούσιόν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ ἅγιον Πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν: οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ Θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει.

477