Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς ἐχαλέπαινεν: ἐν δὲ τῷ τότε ἐν Σιρμίῳ διατρίβων, σύνοδον συνεκάλεσε. Καὶ συνῆλθον ἐκ μὲν τῆς ἕω ἄλλοι τὲ, καὶ Γεώργιος ὁ τὴν Ἀλεξανδρέων ἐπιτραπεὶς ἐκκλησίαν, καὶ Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Μάρκος ὁ Ἀρεθούσης: ἐκ δὲ τῆς δύσεως, Οὐάλης τε ὁ ἐκ Μούρσων, καὶ Ὅσιος ὁ ὁμολογητής: ὃς καὶ τῆς

323
ἐν Νικαίᾳ συνόδου κοινωνήσας, ἄκων καὶ ταύτης μετέσχε.

Οὗτος γὰρ οὐ πολλῷ πρότερον ἐξ ἐπιβουλῆς τῶν τὰ Ἀρείου φρονούντων ὑπερορίαν οἰκεῖν καταδικασθεὶς, σπουδῇ τῶν ἐν Σιρμίῳ συνελθόντων μετεκλήθη παρὰ τοῦ βασιλέως. Ὤιοντο γὰρ ὡς εἰ πειθοῖ τινὶ ἢ βίᾳ σύμψηφον σφίσι ποιήσουσιν, ἐπισημότατον ὄντα, καὶ πρὸς πάντων θαυμαζόμενον, ἀξιόχρεως αὐτοῖς ἔσται μάρτυς οἰκείου δόγματος.

Ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον, ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη, διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχὴν, τὸν μὲν Φωτεινὸν καθεῖλον, ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα.

Μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως, τρεῖς ἐκθέσεις ἐξέδωκαν: ὧν τὴν μὲν τῇ Ἑλλήνων φωνῇ, τὰς δὲ τῇ Ῥωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν, οὔτε ἑαυταῖς οὔτε

324