Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε μὲν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. Εἰ δέ τῳ οὐ πιθανὰ εἶναι

318
δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν: ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.

Περὶ τῆς εἰς Σίρμιον ἐκστρατείας Κωνσταντίου, καὶ περὶ Βρετανίωνος καὶ Μαγνεντίου: καὶ ὡς Γάλλον Καίσαρα χειροτονήσας, εἰς ἕω ἐξαποστέλλει.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀθανασίου φυγόντος,

Γεώργιος κακῶς ἐποίει τοὺς ἀνὰ τὴν Αἴγυπτον ὁμοίως αὐτῷ φρονεῖν παραιτουμένους. Ὁ δὲ βασιλεὺς ἐπὶ Ἰλλυριοὺς στρατεύσας, ἧκεν εἰς Σίρμιον, καὶ ἐπὶ ῥηταῖς συνθήκαις εἰς ταυτὸν ἐνθάδε Βρετανίων ἦλθε. Μεταθεμένων δὲ τῶν ἀναγορευσάντων αὐτὸν στρατιωτῶν, καὶ μόνον Κωνστάντιον αὐτοκράτορα καὶ Σεβαστὸν ἀναβοώντων, ὧδε γὰρ τάδε γενέσθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐσπουδάζετο, συνῆκε Βρετανίων τὴν προδοσίαν: πρηνής τε παρὰ τοὺς πόδας κείμενος Κωνσταντίου, ἱκέτης ἐγίνετο.

319