Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

αἴτιος γενόμενος. Ἀφ̓ οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας, οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς Ἀρκαδίου βασιλείας. Οὐ γὰρ συνεχώρουν οἱ Ἀρείου,

πάντας τοὺς ἐναντίως δοξάζοντας τῶν ἐκκλησιῶν ἐξελαύνοντες, καὶ δεινῶς τιμωρούμενοι. Πάντας μὲν οὖν ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν: οὐδὲν γὰρ ἔθνος τῆς Ῥωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς.

Ὅτι οἱ Ἀρειανοὶ ὡς ὁμόφρονα λογιζόμενοι τὸν θεῖον Μελέτιον, ἐκ Σεβαστίας εἰς Ἀντιόχειαν προεβίβασαν: τὸ δὲ ὀρθόδοξον ἐκείνου παρρησίᾳ ὁμολογήσαντος κατῃσχύνθησαν, καὶ καθελόντες αὐτὸν, Εὐζώϊον ἐγκαθιστῶσι τῷ θρόνῳ. Μελέτιος δὲ ἰδίᾳ ἐκκλησίαζεν: οἱ γὰρ τὸ ὁμοούσιον φρονοῦντες αὐτὸν ἐξετρέποντο, ὡς ὑπὸ Ἀρειανῶν χειροτονηθέντα.

Ἐν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως

420
ἐκκλησίαν, πολλοὶ τὸν ἐν Ἀντιοχείᾳ θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονεικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν.

Ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. Οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς, οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις: πρὸς δὲ τὴν οἰκείαν δόξαν,

ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμοζον τὸ ψαλλόμενον. Οὕτω δὲ διακειμένης τῆς Ἀντιοχέων ἐκκλησίας, ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον, καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν,