Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας, ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης: καὶ ἄνδρα αἰσχρῶς βεβιωκότα, οὐ νόμῳ γάμου γυναικὶ συμβιοῦντα, ἐβάπτισέ τε καὶ διακονεῖν τῷ Θεᾠ ἠξίωσε. Περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον, οὐχ ἐχώρισε τῆς ἐκκλησίας.

Καὶ ὅτι γὲ περὶ τὴν ἱερὰν τράπεζαν συνωμοσίας

408
ἐποιεῖτο, ἀρώμενός τε, καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων: εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου, τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν,

ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως ἐποιοῦντο. Εὐσταθίου δὲ, πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ, καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας: μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου, ὑπὸ συνόδου ἀκοινώνητος ἐγεγόνει: καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς: ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν, ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων: ἐπὶ δὲ τῆς ἐν Ἀντιοχείᾳ συνόδου, ἐπιορκίας ἑάλω: καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ

409
συνελθοῦσι: καὶ πλείστοις ἐγκλήμασι ἔνοχος ὢν, δικαστὴς ἠξίου εἶναι, καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει.

Ἐλεύσιον δὲ καθεῖλον, ὡς Ἡράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε Ἡρακλέους γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα, καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα, διακονίας Θεοῦ ἀπερισκέπτως ἠξίωσε, Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε: καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως.

Ἑορτάσιον δὲ καθεῖλον, ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων: Δρακόντιον δὲ τὸν Περγάμου, ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα: καὶ ὡς παράνομον τὴν ἐφ̓ ἑκατέρῳ χειροτονίαν ἔλυσαν.

Ἐπὶ

410
τούτοις αὖθις συνελθόντες, καθαιροῦσι Σιλβανὸν τὸ Ταρσοῦ ἐπίσκοπον, καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς Παφλαγόνων, Ἐλπίδιόν τε τὸν Σατάλων,

καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας. Καθεῖλον δὲ Σιλβανὸν, ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις, ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει: καὶ Θεόφιλον προστάντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, Ἐλευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης, καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ ὑπεισιέναι ἐπισκοπήν.