Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.

Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι, προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου: ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ, γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν: ἀΐδιον δὲ λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτεῖσθαι: καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης, ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων, καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.

372

Ἐπεὶ δὲ τάδε ἐν Ἀριμίνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει, σπουδῇ πρὸς βασιλέα παρεγένοντο.

Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον.

Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη, πρέσβεις ἀπέστειλεν: ἔγραψε δὲ δἰ αὐτῶν τάδε, μεταγραφέντα ἐκ τῆς Ῥωμαίων φωνῆς.

Τά τε ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος δογματισθέντα, γενέσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ἐναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον

373
διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται, καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν,

μέχρι τέλους διατηροῦντες. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὦν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας:

ἥτις ἀντίπαλος μένει καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς, οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι καθῃρέθησαν: ἐν ᾗ ὄντως καὶ προσθεῖναί τι σφαλερὸν, καὶ τὸ ἀφελέσθαι τὶ, ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ τὶ θάτερον γένηται,

ἔσται τοῖς ἐχθροῖς ἄδεια ποιεῖν ἅπερ βούλονται. Ὅθεν

374
Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι τοῦ Ἀρείου δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν: ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν: ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ: δἰ ὧν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο: συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας.

Ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον, μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα: ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν: καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵ τινες κατὰ τὸν παλαιὸν τῆς καθολικῆς

375
ἐκκλησίας θεσμὸν, ἅπαντα φρονοῦντες διαμεμενήκασιν. Ὧν ὁ Θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε, διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ,

δἰ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα.