Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. Ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα, τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι, καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων, παραγίνεται πρὸς βασιλέα Βασίλειος: διέτριβε δὲ τότε ἐν Σιρμίῳ. Καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ̓ ἰδίας χρείας, καὶ Μάρκον τὸν Ἀρεθούσιον, καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς Ἀλεξανδρέων ἐκκλησίας.

Δόξαν δὲ

366
ἤδη ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα, καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει, τῇ τῶν ἀνομοίων αἱρέσει χαίροντες, σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμόν τινα γραφὴν πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα.

Σπουδαζομένης δὲ τῆς συνόδου, λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον, καὶ Οὐρσάκιον καὶ Οὐάλεντα, ὡς τῶν πανταχῆ ἐπισκόπων, οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς Ἀντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνει: καὶ ὡς εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς Ἀετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν, ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν: κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως, ἐν Ἀριμίνῳ συνελθεῖν:

τοὺς δὲ ἀπὸ τῆς ἕω, ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας: ἵνα, ῥᾳδίου ὄντος

367
ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον: εἰ δὲ μὴ, θατέραν: ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. Συνέπραττον δὲ αὐτοῖς ταῦτα, Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν, καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει, χάριν αὐτῷ Εὐσεβίῳ φέροντες.

Περὶ τῶν πραχθέντων τῇ ἐν Ἀριμίνῳ συνόδῳ.

Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην, οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς, εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον: καὶ γράφει τοῖς τότε ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ, τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι: ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίας οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος

368
Ἱεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι: κατηγόρουν γὰρ ἄλλοι ἄλλων: Γεωργίου δὲ Αἰγύπτιοι, ἁρπαγῶν καὶ ὕβρεων: ἐπὶ κεκριμένοις δὲ πᾶσι, δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γεγενημένων.

Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. Καὶ ἔφθανε ἡ ἐν Ἀριμίνῳ συστᾶσα σύνοδος. Ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. Καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν, ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον.