Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρὸς, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρξάμενος. Λόγος δὲ τοῦ προτελευτῆσαι τότε αὐτὸν, τὸν Θεὸν ἱκετεῦσαι, καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον, ἢ συμφορὰν θεάσασθαι πόλεως,

ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὺν ἐπέγνω, καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. Ἀλλ̓ ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλίας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν, καὶ τοὺς ὀχλουμένους ὑπ̓ αὐτῶν καθαίρειν. Οὕτω γοῦν δαιμονιῶν τις ξίφος σπασάμενος, ἀνὰ τὴν ἀγορὰν ἔθεε: φευγόντων δὲ πάντων, καὶ θορύβου τὴν πόλιν ἔχοντος, ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε, καὶ τῷ λόγῳ κατέβαλε: καὶ αὐτίκα ἐκάθῃρε, καὶ σωφρονεῖν ἐποίησε.