Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν Ἀσφάλιον πρεσβύτερον ἐξ Ἀντιοχείας, εἰς ἄγαν σπουδαστὴν τῆς Ἀετίου αἱρέσεως, ἤδη πράξαντα ἐφ̓ ᾧ παρεγένετο, καὶ γράμματα παρὰ βασιλέως κομισάμενον, ἐκδημεῖν μέλλοντα. Καταμηνυθείσης δὲ τῆς

352
αἱρέσεως διὰ τῶν ἐξ Ἀγκύρας πρέσβεων, καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον: καὶ ἀνακομίζεται παρὰ Ἀσφαλίου τὴν ἰδίαν ἐπιστολήν: γράφει δὲ τάδε.

Ἐπιστολὴ Κωνσταντίου βασιλέως, ἀποβαλλομένη Εὐδόξιον καὶ τοὺς περὶ αὐτόν.

Νικητὴς Κωνστάντιος μέγιστος σεβαστὸς, τῇ κατὰ Ἀντιόχειαν ἁγίᾳ ἐκκλησίᾳ. Εὐδόξιος οὐ παῤ ἡμῶν ἧκε: μηδεὶς οὕτως οἰέσθω. Πόρρω τοῦ προστίθεσθαι τοῖς τοιούτοις ἐσμέν. Εἰ δὲ μετὰ ἄλλων καὶ τοῦτο σοφίζονται, εὔδηλοι δήπουθεν εἰσὶν εἰς τὸ κρεῖττον κομψευόμενοι. Τίνων γὰρ ἂν ἑκόντες ἀπόσχοιντο, οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ̓ ἄλλης εἰς ἄλλην μεταπηδῶντες, ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες ἐπιθυμίᾳ τοῦ πλείονος.