Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύων, καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς, ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. Ἐφ̓ ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες, εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες: ἀφικόμενόν τε ὡς αὐτοὺς Ἀθανάσιον φιλοφρόνως ἐδέξαντο, καὶ πρὸς αὐτοὺς τὴν κατ̓ αὐτὸν εἷλκον δίκην.

Ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος, ἔγραψεν Ἰουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ Ἀθανασίῳ δοξάντων ἐν Τύρῳ. Ἀλλ̓ ὁ μὲν, πρὶν μαθεῖν τὴν Ἰουλίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν Ἀντιοχείᾳ γενομένης συνόδου, ἐτελεύτησεν.

Οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες,

244
εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. Ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους, ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν Ἡρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες,

Μακεδόνιον ἐχειροτόνησαν Κωνσταντινουπόλεως ἐπίσκοπον. Ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγένοντο στάσεις, πολέμοις ἐμφερεῖς: εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος, πλεῖστοι διώλλυντο. Καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν: ὡς καὶ βασιλέα τότε ἐν Ἀντιοχείᾳ ὄντα, τάδε μαθεῖν, καὶ πρὸς ὀργὴν κινηθέντα προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον.

Διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν Ἑρμογένης, ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός: ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλεὶς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. Ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῆ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ

245
προσταχθὲν, καταλαβόντες τὴν Ἑρμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν, καὶ αὐτὸν ἀναιροῦσι:

καὶ σχοινίον ἐξάψαντες εἷλκον διὰ τῆς πόλεως. Ἀκούσας δὲ ὁ βασιλεὺς, ἱππεὺς ἐλάσας ἧκεν εἰς Κωνσταντινούπολιν, ὡς κακῶς δράσων τὸ πλῆθος. Ἀλλὰ τῶν μὲν ἐφείσατο, δεδακρυμένους αὐτῷ ἰδὼν ὑπαντωμένους καὶ ἀντιβολοῦντας: ἀμφὶ δὲ τὸ ἥμισυ τοῦ σίτου τὴν πόλιν ἀφείλετο, ὃν ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἑκάστου ἔτους ἀπὸ τοῦ δημοσίου τοῖς πολίταις ἐδωρήσατο ἐκ τῶν Αἰγυπτίων φόρων: ὑπολαβὼν ἴσως ὑπὸ τρυφῆς καὶ ῥαστώνης τοὺς πολλοὺς ἀργοῦντας, ἑτοίμους εἰς στάσεις εἶναι.

Τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον, καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν, ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἑτέρων πολλῶν αἴτιον: καὶ ὅτι πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. Οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ, οὔτε ἀποχειροτονήσας,

246
καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς Ἀντιόχειαν.

Ἐν τούτῳ δὲ οἱ τῆς Ἀρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον, ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος, καὶ Ἀλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον, καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. Ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης: ὡς δραστήριος δὲ ἐθαυμάζετο, καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.