Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ ὅπως Ἀθανάσιον ἐξελάσωσιν. Ὁ δὲ ἐδεδίει μήτι δἰ αὐτὸν

242
ὁ λαὸς πάθοι. Καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν: ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν, εὐχὴν ἐπιτελέσας, πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. Συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης, οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπιθέσθαι τότε.

Ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας, ἔλαθεν ἐξελθὼν, καὶ εἰς τὴν Ῥώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν Ἀλεξανδρέων κατέσχε θρόνον: ὁ δὲ λαὸς χαλεπῄνας, τὴν ἐπώνυμον Διονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν.

Περὶ τῶν ἐν Ῥώμῃ καὶ τῶν ἀρχιερέων τῆς Κωνσταντίνου: ὡς μετὰ Εὐσέβιον πάλιν Παῦλος ἀποκατέστη: καὶ περὶ τῆς ἀναιρέσεως τοῦ στρατηλάτου Ἑρμογένους. Καὶ ὡς ἐξ Ἀντιοχείας ἥκων Κωνστάντιος, τόν τε Παῦλον μεθίστησι, καὶ πρὸς τὴν πόλιν ὀργίλως διατίθεται, καὶ ὡς εἴασε τὸν Μακεδόνιον ἀμφιβόλως, καὶ ἀνεχώρησε πάλιν εἰς Ἀντιόχειαν.

Ὧδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα

243
κατώρθωτο, καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος. Προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων, Ἀλεξανδρείας τῆς κατ̓ Αἴγυπτον, καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, καὶ τῆς παρὰ τὸν Ἑλλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπήκοον ἐπισκόπους.

Ὁ δὲ τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύων, καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς, ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. Ἐφ̓ ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες, εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες: ἀφικόμενόν τε ὡς αὐτοὺς Ἀθανάσιον φιλοφρόνως ἐδέξαντο, καὶ πρὸς αὐτοὺς τὴν κατ̓ αὐτὸν εἷλκον δίκην.

Ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος, ἔγραψεν Ἰουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ Ἀθανασίῳ δοξάντων ἐν Τύρῳ. Ἀλλ̓ ὁ μὲν, πρὶν μαθεῖν τὴν Ἰουλίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν Ἀντιοχείᾳ γενομένης συνόδου, ἐτελεύτησεν.

Οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες,

244
εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. Ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους, ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν Ἡρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες,