Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. Ὡσαύτως δὲ καὶ Οὐάλης.

Καὶ ἃ μὲν πρὸς Ἰούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. Ἃ δὲ καὶ πρὸς Ἀθανάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι. Ἔχει δὲ ὧδε.

Ἐπιστολὴ εἰρηνικὴ τῶν αὐτῶν πρὸς τὸν μέγαν Ἀθανάσιον: ἔτι δὲ καὶ ὅπως οἱ λοιποὶ τῆς ἑῴας ἐπίσκοποι τοὺς ἰδίους θρόνους ἀπέλαβον: καὶ ὅτι πάλιν Μακεδονίου ἐκβληθέντος, Παῦλος τῷ θρόνῳ ἀντικατέστη.

Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ, Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου

312
ἡμῶν Μουσαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητὲ, διὰ τούτου σε καὶ πάνυ προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίας: καὶ εὐχόμεθά σε ὑγιαίνοντα, τὰ γράμματα τὰ ἡμέτερα ἀναγνῶναι.