Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι: οἵ τινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα, ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης τιμῆς κατηξίωσαν.

Ὑπτίαις οὖν δεξάμενοι αὐτὸν χερσὶ, καὶ τὰς ὀφειλομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρισαμένῳ Θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν Θεῷ, καὶ δοξάζειν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δἰ οὗ τῷ Πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμολογία Οὐάλεντος καὶ Οὐρσακίου τῶν τὰ Ἀρείου φρονούντων, πρὸς τὸν Ῥώμης, ὡς ψευδῆ κατεῖπον Ἀθανασίου.

Καὶ τὰ μὲν ὧδε ἔγραψεν ἡ ἐκ Παλαιστίνης σύνοδος. Μέγιστον δὲ ἐπὶ τούτοις Ἀθανασίῳ συνεκύρησε,

309
περιφανῶς ἐλέγχον ἀδίκως αὐτοῦ καταδικάσαι τοὺς ἐν Τύρῳ συνεληλυθότας. Οὐάλης γὰρ καὶ Οὐρσάκιος, οἳ σὺς τοῖς ἀμφὶ Θεόγνιον, ὡς πρόσθεν εἴρηται, εἰς τὸν Μαρεώτην παρεγένοντο ἐρευνῆσαι, εἰ κατὰ τὴν Ἰσχυρίωνος γραφὴν ποτήριον ἱερὸν συνέτριψε, μεταμεληθέντες τάδε ἔγραψαν Ἰουλίῳ τῷ ʼΡωμαίων ἐπισκόπῳ.

Τῷ Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ, Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πολλά τε πρὸ τούτου καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασι τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδηλώσαμεν, οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι, παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς

310
τὰς ἀκοὰς ὑμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου, ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει: διά τοι τοῦτο, ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου: μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον αὐτῆς καλοκαγαθίαν, τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι.