Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας, εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν: οὐθὲν δὲ παντάπασι καταλιπὼν ἑαυτῷ, διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι.

Οἴκησις δὲ ἦν αὐτῷ δομάτιον μικρὸν, ἐκ πλίνθου καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον: εὔρους τε καὶ ὕψους καὶ μήκους τοσοῦτον ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλὴν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. Διαπάντων γὰρ εἴθιζεν ἑαυτὸν

274

ταλαιπωρεῖν καὶ ῥαστώνης κρατεῖν. Ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολὴν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος, καὶ πρὸς τὰ ἄλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος: σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν: ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ αὐτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας: καὶ τόγε παραδοξότατον, παρά τε Κυπρίοις οὗ πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστινοῖς παῤ οἷς ἐστὶ νῦν.

Συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη, καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παῤ αὐτοῖς

275
ἦν. Μετὰ δὲ ταῦτα Ἡσύχας, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον, διεκόμισεν εἰς Παλαιστίνην, καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. Καὶ τὸ ἐξ ἐκείνου, δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι.

Ὧδε γὰρ Παλαιστινοῖς ἔθος γεραίρειν τοὺς παῤ αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν Ἀνθηδόνιον, καὶ Ἀλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος, καὶ Ἀλαφίωνα τὸν ἀπὸ Ἀσαλέας: οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον, ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο, καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον

τὴν θρησκείαν. Κατ̓ ἐκεῖνο καιροῦ Ἰουλιανὸς ἀμφὶ τὴν Ἔδεσαν ἐφιλοσόφει, ἀκριβεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι: καὶ Ἐφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι

276
πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. Ἐπεψηφίζετο δὲ Θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος, οὐ φαρμάκοις τισὶν ἀλλ̓ εὐχῇ κατορθουμένας.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις, τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν Ἐδεσσηνῶν νομὸν, ὑπό τε τὴν Ἀμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος: ὧν ἤστην Δανιὴλ καὶ Συμεών. Ἀλλὰ περὶ μὲν τῶν ὲν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν:

τελεώτερον δὲ, εἰ ὁ Θεὸς θελήσειε, τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. Ἀρμενίοις δὲ καὶ Παφλαγόσι, καὶ τοῖς πρὸς τὸν Πόντον οἰκοῦσι, λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας ἐκκλησίαν ἐπιτροπεύσας, μοναχικῆς πολιτείας ἆρξαι: καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν, καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον: ὡς καὶ τὴν ἐπιγεγραμμένην

277
Βασιλείου τοῦ Καππαδόκου Ἀσκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι.

Λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν, παντελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων.