Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἶχε δὲ καὶ αὐτὸς ἐν Θηβαΐδι τὴν συνοικίαν. Ἐγένετο δὲ θεοφιλὴς εἰς ἄγαν, καὶ παραδόξων ἰάσεων καὶ σημείων δημιουργὸς, καὶ πρακτικὸς ὢν δὲ, καὶ τῶν εἰς φιλοσοφίαν

272
ἡκόντων διδάσκαλος ἀγαθὸς καὶ χαρίεις: καὶ ἐπὶ τοσοῦτον ἐν ταῖς εὐχαῖς εὐήκοος, ὡς μηδὲν ἀνήνυτον γενέσθαι, ὧν παρὰ Θεοῦ ἐζήτησε: πάντως γὰρ σοφὸς ὢν, σοφῶς τὰς αἰτήσεις ἐποιεῖτο, αἷς τὸ θεῖον ἑτοίμως ἐπινεύειν πέφυκε.

Κατὰ τούτους εἰκάζω γενέσθαι καὶ Ἀνοῦφ τὸν θεσπέσιον: ὃν ἐπυθόμην ἀφ̓ οὗ πρῶτον ἐν τοῖς διωγμοῖς ὑπὲρ τοῦ δόγματος ὡμολόγησε, μήτε ψεῦδος εἰπεῖν, μήτε ἐπιθυμῆσαι τινὸς τῶν ἐπὶ γῆς. Ἐπιτυχεῖν δὲ πάντων ὧν παρὰ τοῦ Θεοῦ ἐδεήθη, καὶ ὑπὸ θείου ἀγγέλου διδασκάλου πᾶσαν ἀρετὴν παιδευθῆναι.

Ἀλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν τοσάδε τέως ἡμῖν εἰρήσθω. Ἤδη δὲ καὶ Παλαιστίνη τὸν ἵσον τρόπον φιλοσοφεῖν ἤρχετο, παῤ Αἰγυπτίων μαθοῦσα: διέπρεπε δὲ τότε ἐνθάδε Ἱλαρίων ὁ θεσπέσιος. Τούτῳ δὲ πατρὶς μὲν ἦν Θαβαθὰ κώμη: πρὸς

273
νότον δὲ Γάζης κειμένη παρὰ τὸν χειμάρρουν, ὃς ἐπὶ θάλασσαν τὰς ἐμβολὰς ἔχων, ἐπιχωρίως ἀπ̓ αὐτῆς τῆς κώμης τὴν ἐπωνυμίαν ἔλαβε.

Γραμματικῷ δὲ φοιτῶν ἐν Ἀλεξανδρείᾳ, κατὰ θέαν Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ εἰς τὴν ἔρημον ἦλθε: καὶ συγγενόμενος αὐτῷ, παραπλησίως φιλοσοφεῖν ἔγνω. Ὀλίγον δὲ χρόνον ἐνθάδε διατρίψας, ἐπανῆλθεν εἰς τὴν πατρίδα: οὐ γὰρ συνεχωρεῖτο κατὰ γνώμην ἠρεμεῖν, πολλῶν ὄντων ἑκάστοτε τῶν ὡς Ἀντώνιον ἐρχομένων.

Καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας, εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν: οὐθὲν δὲ παντάπασι καταλιπὼν ἑαυτῷ, διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι.

Οἴκησις δὲ ἦν αὐτῷ δομάτιον μικρὸν, ἐκ πλίνθου καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον: εὔρους τε καὶ ὕψους καὶ μήκους τοσοῦτον ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλὴν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. Διαπάντων γὰρ εἴθιζεν ἑαυτὸν

274

ταλαιπωρεῖν καὶ ῥαστώνης κρατεῖν. Ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολὴν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος, καὶ πρὸς τὰ ἄλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος: σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν: ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ αὐτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας: καὶ τόγε παραδοξότατον, παρά τε Κυπρίοις οὗ πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστινοῖς παῤ οἷς ἐστὶ νῦν.

Συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη, καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παῤ αὐτοῖς

275
ἦν. Μετὰ δὲ ταῦτα Ἡσύχας, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον, διεκόμισεν εἰς Παλαιστίνην, καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. Καὶ τὸ ἐξ ἐκείνου, δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι.

Ὧδε γὰρ Παλαιστινοῖς ἔθος γεραίρειν τοὺς παῤ αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν Ἀνθηδόνιον, καὶ Ἀλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος, καὶ Ἀλαφίωνα τὸν ἀπὸ Ἀσαλέας: οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον, ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο, καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον

τὴν θρησκείαν. Κατ̓ ἐκεῖνο καιροῦ Ἰουλιανὸς ἀμφὶ τὴν Ἔδεσαν ἐφιλοσόφει, ἀκριβεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι: καὶ Ἐφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι

276
πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. Ἐπεψηφίζετο δὲ Θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος, οὐ φαρμάκοις τισὶν ἀλλ̓ εὐχῇ κατορθουμένας.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις, τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν Ἐδεσσηνῶν νομὸν, ὑπό τε τὴν Ἀμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος: ὧν ἤστην Δανιὴλ καὶ Συμεών. Ἀλλὰ περὶ μὲν τῶν ὲν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν:

τελεώτερον δὲ, εἰ ὁ Θεὸς θελήσειε, τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. Ἀρμενίοις δὲ καὶ Παφλαγόσι, καὶ τοῖς πρὸς τὸν Πόντον οἰκοῦσι, λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας ἐκκλησίαν ἐπιτροπεύσας, μοναχικῆς πολιτείας ἆρξαι: καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν, καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον: ὡς καὶ τὴν ἐπιγεγραμμένην

277
Βασιλείου τοῦ Καππαδόκου Ἀσκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι.

Λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν, παντελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων.

Οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται: ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν, ὡς γάμῳ καταμεμφομένους, καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους, καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας, καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας, καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας, καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ Θεοῦ ἀποφαινομένους, καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους, καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους,

καὶ ἄλλα πλεῖστα νεωτερίζοντας. Ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας: εἶτ̓ ἐγκρατεύεσθαι μὴ δυνηθείσας, μοιχείαν

278
ἁμαρτεῖν: τὰς δὲ, προφάσει θεοσεβείας, τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, ἀνδράσι δὲ σύνηθες, ἀμφιέννυσθαι.

Διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων, καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν.