Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς ἀπὸ τῆς ἕω ἐπισκόποις. Ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας, ὡς τὸν Υἱὸν χωρίζοντας τοῦ Πατρὸς τῆς οὐσίας, καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν Ἀρείου αἵρεσιν δεξαμένους, καὶ εἰς ἀξιώματα μείζω λειτουργίας Θεοῦ παραγαγόντας.

Διὰ ταῦτα τε αὐτοὺς ἀποκηρύξαντες, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι, ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ἐπιψηφίσασθαι τοῖς παῤ αὐτῶν κεκριμένοις, καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα.

261
Ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν, καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων.

Ἀμέλει Ὅσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως μὴ νομισθεῖεν τισὶ καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν Ἰουλίῳ, καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι: κατὰ χρείαν δὲ σαφηνείας, τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ Ἀρείου φρονοῦσιν,

ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς, εἰς ἄτοπον ἕλκειν τοὺς ἀπείρους διαλέξεως. Ταῦτα πράξαντες ἐκάτεροι, διέλυσαν τὸν σύλλογον, καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. Συνέστη δὲ αὕτη ἡ σύνοδος, Ῥουφίνου καὶ Εὐσεβίου ὑπατευόντων: ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. Συνῆλθον δὲ, ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι: ἐκ δὲ τῆς ἕω, ἓξ καὶ ἑβδομήκοντα: σὺν τούτοις δὲ καὶ Ἰσχυρίων, ἐπιτραπεὶς

262
τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν Ἀθανασίῳ ἀπεχθανομένων.

Ὅτι μετὰ τὴν σύνοδον, ἡ ἕως καὶ ἡ ἑσπέρα διέστη: καὶ ἡ μὲν ἑσπέρα καλῶς τῆς ἐν Νικαίᾳ πίστεως εἴχετο: ἡ δὲ ἕως διὰ τὴν ἔριν περὶ τὸ δόγμα, ἔν τισιν ἐστασίαζε.

Μετὰ ταύτην τὴν σύνοδον, οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο, οὐδὲ ἐκοινώνουν: οἱ μὲν ἀνὰ τὴν δύσιν, μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες: οἱ δὲ ἀνὰ τὴν ἕω, μέχρις Ἰλλυριῶν: τὰ δὲ τῶν ἐκκλησιῶν,

ὡς εἰκὸς, ἐν διχονοίαις συγκέχυτο, καὶ ἐν διαβολαῖς ἦν. Εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ̓ οὖν ἀλλήλοις συγκοινωνοῦντες, οὐ μέγα τὸ κακὸν ἐποίουν, καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο: ὡς

263
ἐπίπαν γὰρ, ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων,

ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. Εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν Ἀρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος, καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, προϊσταμένου τοῦ Ῥωμαίων θρόνου, καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθάνοντος, καὶ τὰς βλάστας ἐκκόπτοντος τῆς τοιαύτης αἱρέσεως.

Τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν Ἀντιοχείᾳ σύνοδον, καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθὲς, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν συνωμολόγει. Ἐριστικῶς δὲ πρὸς

264

τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. Οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι. Οἱ δὲ, καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων, ἐπὶ τὸ ὧδε δοξάζειν περὶ Θεοῦ τραπέντες, ἀμεταθέτως λοιπὸν εἶχον. Οἱ δὲ, εἰδότες ὡς οὐ δέον φιλονεικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν, ἢ οἰκειότητα, ἢ ἄλλας αἰτίας, ὑφ̓ ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι, ἢ παρρησίαν μὴ ἄγειν ἐφ̓ οἷς χρὴ διελέγχειν. Πολλοὶ δὲ λῆρον ἡγοῦντο, τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων: ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ἐῴκεισαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων, Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας, καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος: Ἀντώνιός τε ὁ μέγας ἔτι περιὼν, καὶ οἱ συγγενόμενοι

265
αὐτῷ, καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον, καὶ ἀλλαχοῦ τῆς Ῥωμαίων γῆς. Τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ̓ αὐτὴν τὴν ἡγεμονίαν παρείληφα, ἐπιδραμοῦμαι τῷ λόγῳ.

Περὶ τῶν ἐν τοῖς χρόνοις ἐκείνοις ἐν Αἰγύπτῳ ἀκμασάντων ἁγίων ἀνδρῶν, Ἀντωνίου, τῶν δύο Μακαρίων, Ἡρακλείου, Κρονίου, Παφνουτίου, Πουτουβάστου, Ἀρσισίου, Σαραπίωνος, Πιτυρίωνος, Παχωμίου, Ἀπολλωνίου, Ἀνοὺφ, Ἱλαρίωνος, καὶ ἑτέρων πλείστων ἁγίων κατάλογος.

Ἄρξομαι δὲ ἐξ Αἰγύπτου, καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως, καὶ τοῦ τῆδε ὄρους. Τούτοιν δὲ, ὁ μὲν Αἰγύπτιος: ὁ δὲ πολιτικὸς, ὡς ἀστὸς, ὠνομάζετο: ἦν γὰρ τῷ γένει Ἀλεξανδρεύς. Ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν: καὶ δαίμοσι φοβερὼ, πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων δημιουργώ.

Τὸν δὲ Αἰγύπτιον λόγος, ὡς

266
καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν̓ ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. Διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη: ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. Αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος, ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι, καὶ τεσσαράκοντα ἔτη γεγονότα, χειροτονηθῆναι

τονηθῆναι πρεσβύτερον. Ὁ δὲ ἕτερος, χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο, παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη, τὰ μὲν αὐτὸς περινοῶν, ἃ δὲ παῤ ἄλλοις ἤκουσεν ἐκ παντὸς τρόπου κατορθῶν, ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι μὴ φύειν τοῦ γενείου τὰς τρίχας.

Ἐν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Πάμβω τε καὶ Ἡρακλείδης, καὶ Κρόνιος, καὶ Παφνούτιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίσιος καὶ Σεραπίων ὁ μέγας, καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε: καὶ Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν.

Σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς: πρὸς ἀρετὴν μέντοι ὁρῶσα, καὶ τὴν

267
ψυχὴν προσερεθίζουσα τῶν ἐπὶ γῆς καταφρονεῖν, ἄνω δὲ ὁρᾷν, ἵν̓ εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη,

ἡνίκα τοῦ σώματος ἀπαλλαγείη: διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν Ἡλιοῦ τοῦ Θεσβίτου, ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι, καὶ ζήλῳ τῷ πρὸς αὐτὸν, καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν προθυμότερον σωφρονεῖν.