Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοιαῦτα εἰπόντα παρεκελεύσατο ὁ βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον: καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο, καὶ ἐν τιμῇ ἕξειν: ἀπειθοῦντα δὲ, ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ τῶν Χριστιανῶν φῦλον. Ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην, οὔτε ταῖς ἐπαγγελίαις ἐχάλαζεν, ἀλλ̓ ἀνδρεῖος ἔμενεν, ἰσχυριζόμενος

136
μή ποτε προσκυνήσειν τὸν ἥλιον, μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν δεσμοῖς εἶναι, λογισάμενος, ὡς εἰκὸς,

μεταμεληθήσεσθαι. Ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάνης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου, καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς: ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος. Ὁ δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ, καὶ θυμωθεὶς ἀνεβόησε, καὶ ἀποστραφεὶς παρήμειψε: