Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. Ὁ δὲ βασιλεὺς, θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως, ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς: καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. Ἀλλὰ τούτων, ἔφη ἡ βασιλὶς, ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται: μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον Θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα, καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν Θεὸν ὄντα καὶ σωτῆρα, καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσὶ διαμένειν ποιοῦντα, πάλιν τ̓ αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους, μικροὺς ἀποφαίνειν, καὶ τοὺς ἀδόξους, ἐπιφανεῖς: καὶ τοὺς ἐν δεινοῖς ὄντας σώζειν.

Τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς, ἀμφίβολος ἦν ὁ τῆς Ἱβερίας ἡγούμενος, καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ἐννοῶν, καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. Μετ̓ οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ̓ αὐτὸν εἰς ὕλην ἐλθὼν, ἐθήρα. Ἐξαπίνης

129
οὖν ἀχλὺς πυκνοτάτη, καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν, τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε: νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν.