Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πληθυνούσης δὲ τῆς ἐκκλησίας τούτῳ τῷ τρόπῳ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων οἰκουμένην, καὶ δἰ αὐτῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. Ἤδη γὰρ τά τε ἀμφὶ τὸν Ῥῆνον φῦλα ἐχριστιάνιζον: Κελτοί τε, καὶ οἱ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι: καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας Ἴστρου ποταμοῦ, πάλαι μετασχόντες

125
τῆς εἰς Χριστὸν πίστεως, ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο.

Πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν, οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι Ῥωμαίοις καὶ τοῖς ἀλλοφύλοις, ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ̓ αὐτὸν βασιλέων. Ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν, ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν Ἀσίαν κατέδραμεν, ἄλλοι τε ἀλλαχῆ βάρβαροι ταυτὸν εἰργάσαντο τοὺς παρακειμένους Ῥωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι,

σὺν αὐτοῖς ἦσαν. Ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο, καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον, Χριστὸν μόνον ὀνομάζοντες, καὶ υἱὸν Θεοῦ ἐπικαλούμενοι: προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν, καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων, εὐφρονεῖν συνεῖδον, καὶ τὸν Θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο, καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. Προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου

126
καθηγητὰς, ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον.