Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν, ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας Ἀσκληπιοῦ ναὸς, καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης περὶ τὸν Λίβανον τὸ ὄρος, καὶ Ἄδωνιν τὸν ποταμόν. Ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην, καὶ σεβασμίω τοῖς πάλαι. Καθότι Αἰγεάται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παῤ αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος. Ἐν Ἀφάκοις δὲ, κατ̓ ἐπίκλησιν τινὰ καὶ ῥητὴν ἡμέραν, ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαΐσσον, καθάπερ ἀστὴρ, εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. Ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν Ἀφροδίτην καλοῦντες.

Τούτων οὕτω συμβάντων, κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. Οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῆ ἐρριμμένα,

123
καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες, εἰς καταφρόνησιν ἦλθον τῶν πρότερον σεβασμίων, καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο. Οἱ δὲ, ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς, ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤδη μιμήσασθαι. Ἄλλοι δὲ, καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος, ἢ σημείοις, ἢ ὀνείρασιν, ἢ ἐπισκόπων ἢ μοναχῶν συνουσίαις, ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν.

Ἐξ ἐκείνου δῆμοι καὶ πόλεις, ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης: ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃν Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν, καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον, εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ μετέβαλε.

Ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε, καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφῃνε, καὶ Κωνσταντίαν ἐπωνόμασε: τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. Ἐκ τοιαύτης δὲ αἰτίας, καὶ Κωνσταντίναν

124
τὴν παρὰ Φοίνιξιν ἔγνων ἐπιγράψασθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν.

Ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές: πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν, καὶ αὐτόματοι, βασιλέως μηδὲν ἐπιτάττοντος, τοὺς παῤ αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον, καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν.

Ἐκ ποίας προφάσεως, ἐπὶ Κωνσταντίνου τὸ τοῦ Χριστοῦ ὄνομα εἰς ὅλην τὴν οἰκουμένην διέδραμεν.

Πληθυνούσης δὲ τῆς ἐκκλησίας τούτῳ τῷ τρόπῳ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων οἰκουμένην, καὶ δἰ αὐτῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. Ἤδη γὰρ τά τε ἀμφὶ τὸν Ῥῆνον φῦλα ἐχριστιάνιζον: Κελτοί τε, καὶ οἱ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι: καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας Ἴστρου ποταμοῦ, πάλαι μετασχόντες

125
τῆς εἰς Χριστὸν πίστεως, ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο.

Πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν, οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι Ῥωμαίοις καὶ τοῖς ἀλλοφύλοις, ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ̓ αὐτὸν βασιλέων. Ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν, ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν Ἀσίαν κατέδραμεν, ἄλλοι τε ἀλλαχῆ βάρβαροι ταυτὸν εἰργάσαντο τοὺς παρακειμένους Ῥωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι,