Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὁ δὲ βασιλεὺς, ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν διελὼν, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κωνσταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα, ὡς

222
αὐτομάτοις λουτροῖς χρησόμενος, ἧκεν εἱς Ἑλενόπολιν Βιθυνῶν. Χαλεπώτερον δὲ διατεθεὶς, διεκομίσθη εἰς Νικομήδειαν: ἔνθα δὴ ἐν προαστείῳ διάγων, ἐμυήθη τὴν ἱερὰν βάπτισιν: ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς,

χάριν ὡμολόγει τῷ Θεῷ. Διαθήκην τε ποιήσας, τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν, ὡς πρότερον: πρεσβεῖα δὲ, τὰ μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν, ἔδωκε τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα Ἀρείου, ἀγαθὸν δὲ τῷ βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή: καὶ ὅρκον προσθεὶς, ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται: οὔτε γὰρ οὗτος, οὔτε ἄλλος τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι.

Καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος, ὀλίγας ἐπεβίω ἡμέρας: καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς: ἐν τούτοις δὲ, τριάκοντα καὶ ἓν βασιλεύσας. Ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἆρξαι τῆς περὶ τῆς ἐκκλησίας σπουδῆς, καὶ εἰς ἄκρον ἐπιδόσεως ἀγαγεῖν.

Ἐπιτευκτικὸς

223
δὲ, ὡς οὐκ οἶδ̓ εἴτις ἕτερος, ἐν οἷς ἐπεχείρησεν: ἄνευ γὰρ Θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει. Ὅς γε πολέμων τε τῶν ἐπ̓ αὐτῷ συμβάντων πρός γε Γότθους καὶ Σαυρομάτας περιεγένετο, καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν, καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτῷ. Τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε, καὶ ἐν ὀλίγῳ καθεῖλεν, ὑπό τε ἀρχόντων τε καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδασθεῖσαν.