Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκὸς, ἐβοήθει τῇ ὑπ̓ αὐτὸν ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων: ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσί.

Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον, καὶ Θεόγνιον τὸν Νικαίας, ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. Καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ

219
ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν,

οὐκ ἐθάρρησαν: ᾔδεσαν γὰρ βασιλέα ὧδε δοξάζοντα. Ἑτέραν δὲ ἐκθέμενοι γραφὴν, ἐπὶ ῥηταῖς ἑρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. Ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις, καὶ δόξασα πεπαῦσθαι, πάλιν ἀνεκινεῖτο.

Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας, καὶ τῆς αἱρέσεως αὐτοῦ καὶ καθαιρέσεως.

Ἐν δὲ τῷ τότε καὶ Μάρκελλον Ἀγκύρας ἐπίσκοπον τῆς Γαλατῶν, ὡς καινῶν δογμάτων εἰσηγητὴν, καὶ τὸν υἱὸν τοῦ Θεοῦ λέγοντα ἐκ Μαρίας τὴν ἀρχὴν εἰληφέναι, καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον, καὶ τῆς ἐκκλησίας ἐξέβαλον: καὶ Βασιλείῳ, δεινῷ λέγειν, καὶ ἐπὶ παιδεύσει ὑπειλημμένῳ, ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν

220
παροικίας. Καὶ ταῖς αὐτόθι ἐκκλησίαις ἔγραψαν, ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον, καὶ ἐξαφανίσαι, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴτινας εὕροιεν, μεταβάλλειν.

Καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς, μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν: ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ, πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. Ἐλέγετο δὲ πρός τινων, ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ, καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον: καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ, μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ̓ αὐτῶν ὁρισθεῖσι, μήτε ἐν Ἱεροσολύμοις ἐπὶ Ἀρείῳ, μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι, δἰ ἀποφυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας.