Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἰ δέ τις ἐστὶ καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν: ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν, τὴν ἐπὶ Βιθυνίας πόλιν, καὶ ἐτέραν παρὰ Παλαιστινοῖς, ἀπ̓ αὐτῆς λαβούσας τὴν προσηγορίαν. Ταῦτα μὲν ἡμῖν ὧδε περὶ Ἑλένης εἰρήσθω.

Περὶ τῶν ναῶν οὓς ὁ μέγας ᾠκοδόμησε Κωνσταντῖνος: καὶ περὶ τῆς αὐτοῦ ἐπωνύμου πόλεως, ὅπως ἐκτίσθη, καὶ περὶ τῶν ἔσω αὐτῆς κτισμάτων. ἔτι δὲ περὶ τοῦ εἰς Σωσθένιον ναοῦ τοῦ ἀρχιστρατήγου Μιχαήλου, καὶ περὶ τῶν ἐκεῖσε γινομένων θαυμάτων.

Ὁ δὲ βασιλεὺς ἀεί τι πονῶν εἰς εὐσέβειαν συνετέλει, καὶ πανταχοῦ περικαλλεστάτους ναοὺς ἀνίστη τῷ Θεῷ. Διαφερόντως δὲ ἐν ταῖς μητροπόλεσιν, ὡς

110
ἐπὶ τῆς Νικομηδείας τῆς Βιθυνῶν, καὶ Ἀντιοχείας τῆς παρὰ τὸν Ὀρρόντην ποταμὸν, καὶ ἐπὶ τῆς Βυζαντίων πόλεως, ἣν ἴσα Ῥώμῃ κρατεῖν καὶ κοινωνεῖν αὐτῇ τῆς ἀρχῆς κατεστήσατο.

Ἐπεὶ γὰρ κατὰ γνώμην αὐτῷ πάντα προὐχώρει, κατώρθωτο δὲ καὶ τὰ πρὸς τοὺς ἀλλοφύλους πολέμοις καὶ σπονδαῖς, ἔγνωκεν οἰκίσαι πόλιν ὁμώνυμον ἑαυτῷ, καὶ τῇ Ῥώμῃ ὁμότιμον. Καταλαβὼν δὲ τὸ πρὸ τοῦ Ἰλίου πεδίον, παρὰ τὸν Ἑλλήσποντον ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δὴ λέγεται τὸν ναύσταθμον καὶ τὰς σκηνὰς ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν τότε στρατευσαμένους Ἀχαιοὺς, οἵαν ἐχρῆν καὶ ὅσην, τὴν πόλιν διέγραψε: καὶ πύλας κατεσκεύασεν ἐν περιωπῇ, αἳ δὴ νῦν ἔτι ἀπὸ θαλάσσης φαίνονται τοῖς παραπλέουσι.

Ταῦτα δὲ αὐτῷ πονοῦντι, νύκτωρ ἐπιφανεὶς ὁ Θεὸς, ἔχρησεν ἕτερον ἐπιζητεῖν τόπον. Καὶ κινήσας αὐτὸν εἰς τὸ Βυζάντιον τῆς Θρᾴκης, πέραν Χαλκηδόνος τῆς Βιθυνῶν, ταύτην αὐτῷ οἰκίζειν ἀπέφῃνε πόλιν, καὶ τῆς Κωνσταντίνου ἐπωνυμίας ἀξιοῦν. Ὁ δὲ, τοῖς τοῦ Θεοῦ λόγοις πεισθεὶς,

111
τὴν πρὶν Βυζάντιον προσαγορευομένην εἰς εὐρυχωρίαν ἐκτείνας, μεγίστοις τείχεσι περιέβαλεν.