Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παῤ ὑμῶν ἠκριβωμένοις, καὶ διὰ τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι.

Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκολουθοῦντας τοῖς παῤ ὑμῖν κεκριμένοις καὶ ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύεσθαι,

καὶ ἀνακαλέσασθαι. Ἄτοπον δέ τι δοκοῦντες εἶναι ὑπευθύνου ἀνακεκλημένου, καὶ ἀπολογησαμένου

157
ἐφ̓ οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾷν καθ̓ ἑαυτῶν ἐνδόντας τὸν ἔλεγχον. Καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ̓ ἡμῖν. Ὧδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν, καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον.

Ὅτι τοῦ Ἀλεξανδρείας τελευτήσαντος Ἀλεξάνδρου, Ἀθανάσιος ἐκ προτροπῆς ἐκείνου λαμβάνει τὸν θρόνον: καὶ διήγησις περὶ τῆς ἐκ νέου ἡλικίας αὐτοῦ, ὅτι αὐτοδίδακτος ἦν ἱερεὺς, καὶ φιλούμενος τῷ μεγάλῳ Ἀντωνίῳ.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, μέλλων τὸν βίον μεταλλάσσειν Ἀλέξανδρος Ἀλεξανδρείας ἐπίσκοπος, διάδοχον αὐτοῦ κατέλιπεν Ἀθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ̓ αὐτὸν ἀγαγὼν τὴν ψῆφον:

158
ἐπεὶ τόν γε Ἀθανάσιον φασὶν ἀποφυγεῖν πειραθῆναι, καὶ ἄκοντα βιασθῆναι πρὸς Ἀλεξάνδρου, τὴν ἐπισκοπὴν ὑποδέξασθαι.

Καὶ μαρτυρεῖ Ἀπολινάριος ὁ Σύρος ὧδε λέγων Οὐκ ὀκνεῖ δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίζεται καὶ οὗτος παρῆν συνήγορος, ὡς πατρὶ παῖς: ἔπειτα καὶ ἐπ̓ αὐτὸν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχὴν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος: κατὰ Θεὸν δὲ ἀνευρεθεὶς, ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις δηλώσεσιν, οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον.

Ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου: ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων, Ἀθανάσιον ὀνομαστὶ μὴ παρόντα ἐκάλει. Καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. Αὖθις δὲ ἐχρῆτο τῇ κλήσει: καὶ ὡς ταυτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρὼν, ἐδηλοῦτο δὲ ὁ μὴ παρών. Καὶ

159
προφητικῶς ἔλεγεν ὁ μακάριος Ἀλέξανδρος, Ἀθανάσιε, νομίζεις ἐκπεφευγέναι: οὐκ ἐκφεύξῃ: δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.

Ταῦτα μὲν Ἀπολινάριος γράφει περὶ Ἀθανασίου. Οἱ δὲ ἀπὸ τῆς Ἀρείου αἱρέσεως λέγουσιν, ὡς Ἀλεξάνδρου τελευτήσαντος, ἐκοινώνουν ἀλλήλοις οἱ τὰ Ἀλεξάνδρου καὶ Μελιτίου φρονοῦντες: συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι, ἐνωμότως συνέθεντο, κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν: ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων, παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν Ἀθανασίου χειροτονίαν: καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ, καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν.