Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ἀκεψιμᾷ, καὶ δεηθεὶς τῶν Μάγων, ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν: καὶ οἷα γηραλέῳ προθύμως ὑπηρετεῖτο, καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. Μετ̓ οὐ πολὺ γὰρ τῆς συλλήψεως, ἱμάσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ Μάγοι, βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον: ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν ἐν δεσμοῖς εἶχον.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ καὶ Ἀειθαλᾶς καὶ Ἰάκωβος πρεσβύτεροι, Ἀζαδάνης τε καὶ Ἀβδιησοῦς διάκονοι, διὰ δόγμα δεσμωτήριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν Μάγων μαστιγωθέντες. Χρόνου δὲ πολλοῦ παρελθόντος,

148
ἐκοινώσατο περὶ αὐτῶν τῷ βασιλεῖ ὁ μέγας ἀρχιμάγος. Καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτοὺς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι, δήλην τοῖς ἐν δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν.

Ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο, μήποτε σφᾶς προδότας γενέσθαι τοῦ Χριστοῦ, μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. Καὶ Ἀκεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρείως διαμείνας ἐτελεύτησε. Τινὲς δὲ τῶν ἐξ Ἀρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα

ἀνελόμενοι ἔθαψαν. Οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων: καὶ μὴ μεταθέμενοι τῆς γνώμης, πάλιν ἐν δεσμοῖς ἐγένοντο. Σὺν αὐτοῖς δὲ ἦν καὶ Ἀειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας, καὶ νεκρὰς μόνον καὶ ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.

Ἐπὶ ταύτης τῆς ἡγεμονίας μαρτύρια

149
τοῦ βίου περιέστησαν, πρεσβυτέρων τε καὶ διακόνων, καὶ μοναχῶν καὶ ἱερῶν παρθένων, καὶ τῶν ἄλλων περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων, καὶ περὶ τὸ δόγμα διακειμένων, πλῆθος ἀναρίθμητον.