Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ ἐκ τῆς συμβάσης αὐτῷ περὶ τούτου θεοσημείας. Ἀμέλει τοι πρότερον νενομισμένην Ῥωμαίοις τὴν τοῦ σταυροῦ τιμωρίαν, νόμῳ ἀνεῖλε τῆς χρήσεως τῶν δικαστηρίων πλαττομένῳ τε ἐν νομίσμασι καὶ εἰκόσι γραφομένῳ, ἐκέλευσεν ἀεὶ συγγράφεσθαι καὶ συντυποῦσθαι τοῦτο τὸ θεῖον σύμβολον. Καὶ μαρτυροῦσιν εἰς ἔτι νῦν εἰκόνες αὐτοῦ, ἐπὶ τούτου οὖσαι τοῦ σχήματος. Ἐν ἅπασι μὲν, νομοθετῶν δὲ μάλιστα, ἐσπούδαζε θεραπεύειν τὸ θεῖον.

Φαίνεται γοῦν τὰς ἀκολάστους καὶ καταβεβλακευμένας μίξεις, πρὸ τούτου μὴ κωλυομένας, ἐπανορθώσας: ὡς ἐξ αὐτῶν συνιδεῖν ἐστὶ τῶν περὶ τούτων κειμένων νόμων, εἴτῳ τοῦτο ἐπιμελὲς τυγχάνει. Νυνὶ γὰρ περὶ τὸ τέλειον τοῦτο πονεῖν, οὐκ εὔκαιρον εἶναί

43
μοι δοκεῖ. Τὰ δὲ ἐπὶ τιμῇ καὶ συστάσει τῆς θρησκείας νενομοθετημένα, πρὸς τοῖς εἰρημένοις διεξελθεῖν ἀναγκαῖον, μέρος ὄντα τῆς Ἐκκλησιαστικῆς Ἱστορίας. Ἄρξομαι δὲ ἐντεῦθεν.

Ὅτι καὶ νόμον ἔθετο ὁ Κωνσταντῖνος, συντελεῖν τοῖς παρθενίαν ἀσκοῦσι καὶ κληρικοῖς.

Νόμος ἦν Ῥωμαίοις παλαιὸς, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν τῶν ἴσων ἀξιοῦσθαι κωλύων τοὺς ἀγάμους τοῖς μὴ τοιούτοις, περὶ ἄλλα τε πολλὰ, καὶ τὸ μηδὲν κερδαίνειν ἐκ διαθήκης τοὺς μὴ γένει ἐγγυτάτω προσήκοντας: τοὺς δὲ ἄπαιδας ζημιῶν τὸ ἥμισυ τῶν καταλελειμμένων.

Ἔθεντο δὲ τοῦτον οἱ πάλαι Ῥωμαῖοι,

44
πολυάνθρωπον ἔσεσθαι τὴν Ῥώμην καὶ τὴν ὑπήκοον οἰόμενοι, καθότι οὐ πρὸ πολλοῦ τοῦ νόμου, ἔτυχον ἀποβαλόντες τὰ σώματα ἐν ἐμφυλίοις πολέμοις.