Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς μὲν οὖν οἱ Ἕλληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα, καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντίᾳ ἀποφῄνασθαι Σώπατρον πλασαμένων. Οὐ γὰρ ἂν εἴποιμι, ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παῤ Ἕλλησιν ἐπὶ παιδεύσει γεγενημένον.

Ὅτι καὶ ὁ τοῦ Κωνσταντίνου πατὴρ παρεχώρει τὸ τοῦ Χριστοῦ πλατύνεσθαι ὄνομα: ὁ δὲ μέγας Κωνσταντῖνος πανταχοῦ διαδραμεῖν παρεσκεύασε.

Αἱ δὲ κατὰ τὴν ἀρχομένην ὑπὸ Κωνσταντίνου ἐκκλησίαι καταθυμίως ἔπραττον, καὶ ὁσημέραι ἐπεδίδουν,

31
εὔνου καὶ ὁμόφρονος βασιλέως εὐεργεσιῶν ἀξιούμεναι: ταύτας δὲ καὶ ἄλλως πρὸ τούτου διωγμῶν καὶ ταραχῆς ἀπειράτους τὸ θεῖον ἐφύλαξε. Διωκομένων γὰρ τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην ἐκκλησιῶν, μόνος Κωνστάντιος ὁ Κωνσταντίνου πατὴρ, ἀδεῶς θρησκεύειν συνεχώρησε τοῖς Χριστιανοῖς. Ἀμέλει τοῖονδέ τι θαυμαστὸν καὶ συγγραφῆς ἄξιον ἔγνων εἰργάσθαι αὐτῷ.

Δοκιμάσαι θέλων τίνες τῶν ἐν τοῖς βασιλείοις Χριστιανῶν ἄνδρες εἰσὶ καλοὶ καὶ ἀγαθοὶ, συγκαλέσας πάντας, προηγόρευσεν, εἰ μὲν ἕλοιντο θύειν καὶ θρησκεύειν ὁμοίως, ἀμφ̓ αὐτὸν εἶναι, καὶ ἐπὶ τῆς αὐτῆς μένειν ἀξίας: εἰ δὲ παραιτήσαιντο, ἐξιέναι τῶν βασιλείων, χάριν ἔχοντας ὅτι μὴ καὶ τιμωρίας προσώφλησαν.

Ἐπεὶ δὲ εἰς ἑκάτερον διεκρίθησαν, οἱ μὲν τὴν θρησκείαν προδόντες, οἱ δὲ τῶν παρόντων τὰ θεῖα προτιμήσαντες, ἔγνω φίλοις καὶ συμβούλοις χρῆσθαι τοῖς περὶ τὸ κρεῖττον πιστοῖς διαμείνασι: τοὺς δὲ, ὡς ἀνάνδρους καὶ κοβάλους ἀπεστράφη, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπεώσατο: λογισάμενος μή ποτε ἔσεσθαι

32
περὶ βασιλέα εὔνους τοὺς ὧδε ἑτοίμους προδότας Θεοῦ γεγενημένους. Ἐντεῦθεν εἰκότως ἔτι Κωνσταντίου περιόντος, οὐκ ἐδόκει παράνομον χριστιανίζειν τοὺς Ἰταλῶν ἐπέκεινα, Γαλάταις τε καὶ Βρεττανοῖς, καὶ ὅσοι περὶ τὸ Πυρηναῖον ὄρος οἰκοῦσι,