Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τοῦτο παντελῶς ὀλίγων καὶ θείων ἀνδρῶν ἐστὶ κατορθῶσαι, ἐδίδασκον δεύτερον καθαρμὸν τετάχθαι ἐκ μετανοίας. Φιλάνθρωπον γὰρ ὄντα τὸν Θεὸν, συγγνώμην νέμειν τοῖς ἐπταικόσιν, εἰ μεταμεληθῶσι, καὶ ἔργοις ἀγαθοῖς τὴν μεταμέλειαν βεβαιώσουσι.

26

Ὅτι τὸ τοῦ σταυροῦ σημεῖον ἀφηγεῖσθαι τοῦ πολέμου ἐθέσπισε: καὶ διήγησις παράδοξος περὶ τῶν τὸ σημεῖον φερόντων τὸ σταυρικόν.

Τοιαῦτα τῶν ἱερέων ὑφηγουμένων, θαυμάσας τὰς περὶ τοῦ Χριστοῦ προφητείας ὁ βασιλεὺς, ἐκέλευσεν ἄνδρας ἐπιστήμονας χρυσῷ καὶ λίθοις τιμίοις εἰς σταυροῦ σύμβολον μετασκευάσαι τὸ παρὰ Ῥωμαίοις καλούμενον Λάβωρον. Σημεῖον δὲ τοῦτο πολεμικὸν, τῶν ἄλλων τιμιώτερον, καθότι ἀεὶ τοῦ βασιλέως ἡγεῖσθαι καὶ προσκυνεῖσθαι νενόμιστο παρὰ τῶν στρατιωτῶν.

Ἧι μάλιστα οἶμαι Κωνσταντῖνον τὸ ἐπισημότατον σύμβολον τῆς Ῥωμαίων ἀρχῆς, εἰς Χριστοῦ σημεῖον μεταβαλεῖν: ὥστε τῇ συνεχεῖ θέᾳ καὶ θεραπείᾳ, ἀπεθισθῆναι τῶν πατρίων τοὺς ἀρχομένους, μόνον δὲ τοῦτον ἡγεῖσθαι Θεὸν, ὃν καὶ βασιλεὺς σέβει, καὶ ἡγεμόνι καὶ συμμάχῳ χρῆται κατὰ τῶν

27

πολεμίων. Ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων: καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον, καὶ περιϊέναι τὰς τάξεις. Λέγεται γοῦν ποτὲ τὸν τοῦτο φέροντα, ἀθρόως ἐπιδραμόντων τῶν πολεμίων, δείσαντα ἑτέρῳ παραδοῦναι, καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν: ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν: τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι, πολλῶν ἐπ̓ αὐτῷ τοξευόντων.

Παραδόξως γάρ πως ὡς ὑπὸ θείας δυνάμεως ἰθυνόμενα τὰ βέλη τῶν πολεμίων τῷ σημείῳ προσεπήγνυντο: τοῦ δὲ φέροντος, καὶ μέσου τῶν κινδύνων ὄντος, ἀφίπταντο. Λέγεται δὲ μήτε ἄλλον πώποτε τούτῳ τῷ σημείῳ διακονούμενον, οἷά γε εἰκὸς ἐν πολέμῳ στρατιώτην, σκαιᾷ περιπεσεῖν συμφορᾷ, καὶ τραυματίαν ἢ αἰχμάλωτον γενέσθαι.

28

Ἀντίρρησις πρὸς τοὺς λέγοντας, χριστιανίσαι τὸν Κωνσταντῖνον διὰ τὸν φόνον τοῦ υἱοῦ αὐτοῦ Κρίσπου.

Οὐκ ἀγνοῶ δὲ, ὡς Ἕλληνες λέγουσι, Κωνσταντῖνον ἀνελόντα τινὰς τῶν ἐγγυτάτω γένους, καὶ τῷ θανάτῳ Κρίσπου τοῦ ἑαυτοῦ παιδὸς συμπράξαντα, μεταμεληθῆναι, καὶ περὶ καθαρμοῦ κοινώσασθαι Σωπάτρῳ τῷ φιλοσόφῳ, κατ̓ ἐκεῖνο καιροῦ προεστῶτι τῆς Πλωτίνου διαδοχῆς: τὸν δὲ ἀποφῄνασθαι, μηδένα καθαρμὸν εἶναι τῶν τοιούτων ἁμαρτημάτων: ἀδημονοῦντα δὲ τὸν βασιλέα ἐπὶ τῇ ἀπαγορεύσει, περιτυχεῖν ἐπισκόποις, οἳ μετανοίᾳ καὶ βαπτίσματι ὑπέσχοντο πάσης αὐτὸν ἁμαρτίας καθαίρειν: ἡσθῆναί τε τούτοις κατὰ σκοπὸν εἰρηκόσι, καὶ θαυμάσαι τὸ δόγμα, καὶ Χριστιανὸν γενέσθαι, καὶ τοὺς ἀρχομένους ἐπὶ τοῦτο ἀγαγεῖν.

Ἐμοὶ δὲ δοκεῖ, ταῦτα πεπλάσθαι τοῖς σπουδάζουσι τὴν Χριστιανῶν θρησκείαν κακηγορεῖν. Κρίσπος μὲν γὰρ, δἰ ὃν φασὶ Κωνσταντῖνον

29
καθαρμοῦ δεηθῆναι, τῷ εἰκοστῷ ἔτει ἐτελεύτησε τῆς τοῦ πατρὸς ἡγεμονίας, ἔτι περιὼν πολλοὺς σὺν αὐτῷ θέμενος νόμους ὑπὲρ Χριστιανῶν, ἅτε δὴ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας τετιμημένος, Καῖσαρ ὢν, ὡς εἰς ἔτι νῦν μαρτυροῦσιν οἱ τοῖς νόμοις ὑποτεταγμένοι χρόνοι, καὶ τῶν νομοθετῶν αἱ προσηγορίαι. Σώπατρον δὲ, πρῶτον μὲν οὐκ εἰκὸς ἦν εἰς ὁμιλίαν ἐλθεῖν Κωνσταντίνῳ, μόνης τῆς πρὸς τῷ ὠκεανῷ καὶ τῷ Ῥήνῳ μοίρας ἡγουμένῳ.

Διὰ γὰρ τὴν πρὸς Μαξέντιον διαφορὰν ἐπὶ τῆς Ἰταλίας διάγοντα, ἐστασίαζε τὰ Ῥωμαίων: καὶ οὐκ εὐπετὲς ἦν τότε ἐπιδημεῖν Γαλάταις καὶ Βρεττανοῖς καὶ τοῖς τῇδε κατοικοῦσι, παῤ οἷς συνωμολόγηται τῆς τῶν Χριστιανῶν θρησκείας μετασχεῖν Κωνσταντῖνον, πρὶν ἐπὶ Μαξέντιον στρατεῦσαι, καὶ παρελθεῖν ἐπὶ Ῥώμην καὶ Ἰταλούς.

Καὶ μάρτυρες πάλιν τούτου οἱ χρόνοι, καὶ οἱ νόμοι οὓς ὑπὲρ τῆς θρησκείας ἔθετο. Εἰ δὲ καὶ ῥᾳδίως ὡδίπως συγχωρήσομεν ἐντυχεῖν Σωπάτρῳ τὸν

30
βασιλέα, ἢ δἰ ἐπιστολῆς αὐτοῦ πυθέσθαι περὶ ὧν ἐβούλετο, οὐ δήπου πιθανὸν ἦν τὸν φιλόσοφον ἀγνοεῖν, ὡς Ἡρακλῆς ὁ Ἀλκμήνης Ἀθήνῃσιν ἐκαθάρθη μετὰ τὴν τεκνοκτονίαν τοῖς Δήμητρος μυστηρίοις, καὶ μετὰ τὸν Ἰφίτου φόνον, ὃν ξένον καὶ φίλον ὄντα ἀδίκως ἀνεῖλεν.

Ὡς μὲν οὖν οἱ Ἕλληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα, καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντίᾳ ἀποφῄνασθαι Σώπατρον πλασαμένων. Οὐ γὰρ ἂν εἴποιμι, ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παῤ Ἕλλησιν ἐπὶ παιδεύσει γεγενημένον.

Ὅτι καὶ ὁ τοῦ Κωνσταντίνου πατὴρ παρεχώρει τὸ τοῦ Χριστοῦ πλατύνεσθαι ὄνομα: ὁ δὲ μέγας Κωνσταντῖνος πανταχοῦ διαδραμεῖν παρεσκεύασε.

Αἱ δὲ κατὰ τὴν ἀρχομένην ὑπὸ Κωνσταντίνου ἐκκλησίαι καταθυμίως ἔπραττον, καὶ ὁσημέραι ἐπεδίδουν,

31
εὔνου καὶ ὁμόφρονος βασιλέως εὐεργεσιῶν ἀξιούμεναι: ταύτας δὲ καὶ ἄλλως πρὸ τούτου διωγμῶν καὶ ταραχῆς ἀπειράτους τὸ θεῖον ἐφύλαξε. Διωκομένων γὰρ τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην ἐκκλησιῶν, μόνος Κωνστάντιος ὁ Κωνσταντίνου πατὴρ, ἀδεῶς θρησκεύειν συνεχώρησε τοῖς Χριστιανοῖς. Ἀμέλει τοῖονδέ τι θαυμαστὸν καὶ συγγραφῆς ἄξιον ἔγνων εἰργάσθαι αὐτῷ.