Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ λοιπὸν ἑρμηνέως οὐδὲν ἔδει, ἀλλὰ περιφανῶς ἐδείχθη τῷ βασιλεῖ ᾗ χρὴ περὶ Θεοῦ νομίζειν, ἅμα ἡμέρᾳ συγκαλέσας τοὺς ἱερέας τοῦ Χριστοῦ, περὶ τοῦ δόγματος ἐπυνθάνετο. Οἱ δὲ, τὰς ἱερὰς βίβλους προϊσχόμενοι, τὰ περὶ Χριστοῦ ἐξηγοῦντο: καὶ πρὶν γενέσθαι, σαφῆ τὴν ἐπὶ τούτοις πρόρρησιν ἐκ τῶν προφητῶν ἀπέδειξαν. Τὸ δὲ φανὲν αὐτῷ σημεῖον σύμβολον εἶναι ἔλεγον τῆς κατὰ τοῦ ᾅδου νίκης, ἣν εἰς ἀνθρώπους ἐλθὼν κατώρθωσε τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ τριταῖος ἀναβιῶναι.

Κατὰ τοῦτο γὰρ ἔφασαν ἐλπίζειν, μετὰ τὴν ἀπαλλαγὴν

25
τῆς ἐνταῦθα βιοτῆς, πρὸς τῷ τέλει τοῦ παρόντος αἰῶνος, ἀνίστασθαι πάντας ἀνθρώπους, καὶ ἀθανάτους ἔσεσθαι: τοὺ μὲν, ἐπὶ ἀμοιβαῖς ὧν εὖ ἐβίωσαν ἐν τούτοις τοῖς πράγμασι: τοὺς δὲ, ἐπὶ τιμωρίαις ὧν κακῶς ἔδρασαν: εἶναι μέντοι καὶ τοῖς ἐνταῦθα πλημμελήμασιν ἀφορμὴν σωτηρίας, καὶ καθαρμὸν ἁμαρτημάτων, ἀμυήτοις μὲν μύησιν κατὰ τὸν νόμον τῆς ἐκκλησίας: τοῖς δὲ μεμυημένοις τὸ μὴ πάλιν ἁμαρτεῖν.

Ἐπεὶ δὲ τοῦτο παντελῶς ὀλίγων καὶ θείων ἀνδρῶν ἐστὶ κατορθῶσαι, ἐδίδασκον δεύτερον καθαρμὸν τετάχθαι ἐκ μετανοίας. Φιλάνθρωπον γὰρ ὄντα τὸν Θεὸν, συγγνώμην νέμειν τοῖς ἐπταικόσιν, εἰ μεταμεληθῶσι, καὶ ἔργοις ἀγαθοῖς τὴν μεταμέλειαν βεβαιώσουσι.

26

Ὅτι τὸ τοῦ σταυροῦ σημεῖον ἀφηγεῖσθαι τοῦ πολέμου ἐθέσπισε: καὶ διήγησις παράδοξος περὶ τῶν τὸ σημεῖον φερόντων τὸ σταυρικόν.

Τοιαῦτα τῶν ἱερέων ὑφηγουμένων, θαυμάσας τὰς περὶ τοῦ Χριστοῦ προφητείας ὁ βασιλεὺς, ἐκέλευσεν ἄνδρας ἐπιστήμονας χρυσῷ καὶ λίθοις τιμίοις εἰς σταυροῦ σύμβολον μετασκευάσαι τὸ παρὰ Ῥωμαίοις καλούμενον Λάβωρον. Σημεῖον δὲ τοῦτο πολεμικὸν, τῶν ἄλλων τιμιώτερον, καθότι ἀεὶ τοῦ βασιλέως ἡγεῖσθαι καὶ προσκυνεῖσθαι νενόμιστο παρὰ τῶν στρατιωτῶν.

Ἧι μάλιστα οἶμαι Κωνσταντῖνον τὸ ἐπισημότατον σύμβολον τῆς Ῥωμαίων ἀρχῆς, εἰς Χριστοῦ σημεῖον μεταβαλεῖν: ὥστε τῇ συνεχεῖ θέᾳ καὶ θεραπείᾳ, ἀπεθισθῆναι τῶν πατρίων τοὺς ἀρχομένους, μόνον δὲ τοῦτον ἡγεῖσθαι Θεὸν, ὃν καὶ βασιλεὺς σέβει, καὶ ἡγεμόνι καὶ συμμάχῳ χρῆται κατὰ τῶν

27

πολεμίων. Ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων: καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον, καὶ περιϊέναι τὰς τάξεις. Λέγεται γοῦν ποτὲ τὸν τοῦτο φέροντα, ἀθρόως ἐπιδραμόντων τῶν πολεμίων, δείσαντα ἑτέρῳ παραδοῦναι, καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν: ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν: τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι, πολλῶν ἐπ̓ αὐτῷ τοξευόντων.