Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰστέον δὲ ὅτι τὸν μὲν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ ἀπεφῄναντο: τοὺς δὲ λέγοντας ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοίωτον, ἀπεκήρυξαν, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο.

Ταύτην δὲ τὴν

93
γραφὴν ἐπῄνεσαν Εὐσεβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Σεκοῦνδος ὁ Πτολεμαΐδος τῆς Λιβύης. Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν ἐπισχὼν, ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν.

Ἡ δὲ σύνοδος ἀπεκήρυξεν Ἄρειον καὶ τοὺς ὁμοίως αὐτῷ φρονοῦντας, Ἀλεξανδρείας τε μὴ ἐπιβαίνειν αὐτὸν ἐψηφίσαντο. Οὐ μὴν ἀλλὰ καὶ τὰς λέξεις τῆς αὐτοῦ δόξης ἀπεκήρυξαν, καὶ τὸ βιβλίον ὃ περὶ ταύτης συντάξας Θαλείαν ἐπέγραψε. Τούτου δὲ τοῦ συντάγματος, ὡς ἐπυθόμην, οὐ γὰρ ἐνέτυχον, διαλελυμένος ἐστὶν ὁ χαρακτὴρ, ὡς ἐμφερὴς εἶναι τῇ χαυνότητι τοῖς Σωτάδου ἄσμασιν. Ἰστέον μέντοι, ὡς τῇ Ἀρείου καθαιρέσει οὔτε ἔθεντο, οὔτε ὑπέγραψαν Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαεὺς, καίπερ τῇ γραφῇ τῆς πίστεως συναινέσαντες.

Ὁ δὲ βασιλεὺς Ἄρειον μὲν ὑπερορίῳ φυγῇ ἐζημίωσε: καὶ τοῖς πανταχῆ ἐπισκόποις καὶ λαοῖς νομοθετῶν ἔγραψεν, ἀσεβεῖς ἡγεῖσθαι

94
αὐτόν τε καὶ τοὺς αὐτοῦ ὁμόφρονας, καὶ πυρὶ παραδοῦναι εἴ τι αὐτῶν εὑρίσκοιτο σύγγραμμα, ὥστε μήτε αὐτοῦ, μήτε τοῦ δόγματος οὗ εἰσηγήσατο, ὑπόμνημα φέρεσθαι. Εἰ δέ τις φωραθείη κρύπτων, καὶ μὴ παραχρῆμα καταμηνύσας ἐμπρήσῃ, θάνατον εἶναι τὴν ζημίαν, καὶ τιμωρίαν εἰς κεφαλήν. Καὶ ἄλλας δὲ κατὰ πόλιν ἐπιστολὰς διεπέμψατο, κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ.

Εὐσέβιον δὲ καὶ Θεόγνιον, φεύγειν προσέταξεν ἃς ἐπεσκόπουν πόλεις: τῇ δὲ Νικομηδέων ἐκκλησίᾳ ἔγραψεν, ἔχεσθαι τῆς πίστεως ἣν ἡ σύνοδος παρέδωκεν: ὀρθοδόξους δὲ προβάλλεσθαι ἐπισκόπους, καὶ τούτοις πείθεσθαι: τῶν δὲ λήθῃ παραδοῦναι τὴν μνήμην. Τοὺς δὲ ἐπαινεῖν, ἢ τὰ αὐτῶν φρονεῖν ἐπιχειροῦντας, ἠπείλησε τιμωρεῖσθαι. Ἐν τούτοις δὲ τοῖς γράμμασι, καὶ ἄλλως ἀπεχθάνεσθαι πρὸς Εὐσέβιον ἐδήλου, ὡς πρότερον ἤδη τὰ τοῦ τυράννου φρονήσαντα, καὶ αὐτῷ ἐπιβουλεύσαντα. Κατὰ

95
ταῦτα μὲν οὖν τὰ τοῦ βασιλέως γράμματα, ἀφῃρέθησαν ὧν εἶχον ἐκκλησιῶν Εὐσέβιός τε καὶ Θεόγνιος. Παραλαμβάνει δὲ τὴν Νικομηδέων Ἀμφίων, Χρῆστος δὲ τὴν Νίκαιας.

Παυσαμένης δὲ τῆς ἐπὶ τῷ δόγματι ζητήσεως, ἔδοξε τῇ συνόδῳ καὶ τὴν Πασχαλίαν ἑορτὴν ἅπαντας κατὰ τὸν αὐτὸν ἐπιτελεῖν καιρόν.