Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πολλοὶ δὲ τῶν τότε συνεληλυθότων ἐπισκόπων καὶ τῶν ἑπομένων αὐτοῖς κληρικῶν, δεινοὶ διαλέγεσθαι καὶ τὰς τοιαύτας μεθόδους τῶν λόγων ἠσκημένοι, διέπρεψαν, καὶ βασιλεῖ γνώριμοι καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐγένοντο. Ἐξ ἐκείνου δὲ καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἔτι τότε διάκονος, Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ συνὼν, πλεῖστον εἶναι ἔδοξε μέρος τῆς περὶ ταῦτα βουλῆς.

84

Περὶ τῶν πιστευσάντων δύο φιλοσόφων, ἐξ ἁπλότητος τῶν διαλεχθέντων τούτοις δύο γερόντων.

Οὐ μὴν ἀλλὰ καί τινες τῶν παῤ Ἕλλησι σοφῶν ἐπιτηδὲς τουτωνὶ τῶν διαλέξεων μετέσχον: οἱ μὲν, ὅ τι ποτέ ἐστι τὸ δόγμα μανθάνειν σπουδάζοντες: οἱ δὲ, προσφάτως ἀπόλλυσθαι τῆς Ἑλληνικῆς θρησκείας ἀρχομένης, ἀπεχθανόμενοι τοῖς Χριστιανοῖς τὴν περὶ τοῦ δόγματος ζήτησιν εἰς ἔριδας λόγων ἐνέβαλλον:

ὥστε πρὸς ἑαυτοὺς στασιάζειν καὶ ἐναντία δοκεῖν. Λέγεται οὖν, ὥς τινος αὐτῶν ὑπὸ φιλοτιμίας λόγων κομπάζοντος, καὶ τοῖς ἱερεῦσιν ἐπιτωθάζοντος, οὐκ ἤνεγκε τὸν τύφον γέρων ἁπλοῦς τις τῶν ἐν ὁμολογίαις εὐδοκιμησάντων. Τοιούτων δὲ σκινδαλμῶν καὶ τερθρίας ἄμοιρος ὢν, τὸν πρὸς αὐτὸν ἀνεδέξατο λόγον. Ἐπὶ τοῦτο δὲ, τοῖς μὲν προπετέσι τῶν εἰδότων τὸν

85
ὁμολογητὴν γέλωτα ἐκίνησε τὸ πράγμα, τοῖς δὲ ἐπιεικέσι δέος, προορωμένοις μὴ παρὰ ἀνδρὶ τεχνίτῃ λόγων γελοῖος φανείη.