Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν: ὃς ἐν Βιθυνίᾳ περὶ τὸν Ὄλυμπον τὰς διατριβὰς εἶχεν: αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε, θεραπείαις παθῶν καὶ πράξεσι παραδόξοις, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ βίου συνήθη καὶ φίλον εἶναι.

Κατ̓ ἐκεῖνο γοῦν καιροῦ δεσμώτου τινὸς ὄντος τῶν δορυφόρων, ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν Ὄλυμπον ἀναζητηθεὶς συνελήφθη, δεηθέντων τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολούμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ

71
ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν: αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας,

καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρρυῆναι. Μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ διατρίβοντα τότε, ἑτοίμως τε τὴν χάριν λαβεῖν. Οὐ γὰρ εἴωθε Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι: σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω, περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων. Ὧι δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βιοὺς ἀναγράπτους.

Περὶ τῆς Ἀρείου αἱρέσεως, καὶ ὅθεν ἤρξατο, καὶ τίνας διέλαβε: καὶ περὶ τῆς μεταξὺ τῶν ἐπισκόπων δἰ αὐτὸν ἀναφθείσης ἔριδος.

Ἀλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις

72
ἐτάραττον τὰς ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ τελείας εὑρέσεως, εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. Ἦρξε δὲ τούτων τῶν λόγων Ἄρειος πρεσβύτερος τῆς κατ̓ Αἴγυπτον Ἀλεξανδρείας.

Ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας, νεωτερίζοντι Μελιτίῳ συνέπραττε: καταλιπὼν δὲ τοῦτον, ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ Ἀλεξανδρέων ἐπισκόπου: καὶ πάλιν αὖ παῤ αὐτοῦ τῆς ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου, τοῖς γινομένοις ἐπέσκηπτε καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. Ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας Ἀχιλλᾶν, ἐπετράπη διακονεῖν, καὶ πρεσβυτερίου ἠξιώθη. Μετὰ δὲ ταῦτα καὶ Ἀλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν.

Διαλεκτικώτατος δὲ γενόμενος, ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων, εἰς ἀτόπους ἐξεκυλίσθη λόγους: ὡς τοῦτο πρότερον παῤ ἑτέρου μὴ εἰρημένον, τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφῄνασθαι, τὸν υἱὸν τοῦ Θεοῦ ἐξ

73
οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν, καὶ κτίσμα καὶ ποίημα, καὶ ἄλλα πολλὰ ἃ λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον, εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητήσεις.

Λαβόμενοι δέ τινες τῶν εἰρημένων, ἐμέμφοντο Ἀλέξανδρον, ὡς οὐ δέον ἀνεχόμενον τῶν κατὰ τοῦ δόγματος νεωτερισμῶν. Ὁ δὲ, ὑπολαβὼν ἄμεινον εἶναι περὶ τῶν ἀμφιβόλων ἑκατέρῳ μέρει προθεῖναι λόγον, ὥστε μὴ δόξαι ἀνάγκῃ, ἀλλὰ πειθοῖ τῆς ἔριδος αὐτοὺς παύειν, κριτὴς καθίσας σὺν τοῖς ἀπὸ τοῦ κλήρου, εἰς ἅμιλλαν ἀμφοτέρους ἤγαγεν.

Ὡς δὲ συμβαίνειν φιλεῖ περὶ τὰς ἔριδας τῶν λόγων, ἑκάτερος ἐπειρᾶτο νικᾷν. Συνίσταται δὲ Ἄρειος μὲν τοῖς παῤ αὐτοῦ εἰρημένοις: οἱ δὲ, ὡς ὁμοούσιος καὶ συναΐδιος ἐστὶν ὁ υἱὸς τῷ πατρί. Συνεδρίου δὲ πάλιν γενομένου, τοσαύτας διαλέξεις ἀνακινήσαντες οὐ συνέβησαν ἀλλήλοις. Ἀμφηρίστου δὲ τῆς

74
ζητήσεως ἔτι δοκούσης εἶναι, πέπονθέ τι καὶ Ἀλέξανδρος ταπρῶτα πῆ μὲν τούτους πῆ δὲ ἐκείνους ἐπαινῶν.

Τελευτῶν δὲ τοῖς ὁμοούσιον καὶ συναΐδιον εἶναι τὸν υἱὸν ἀποφαινομένοις ἔθετο: καὶ τὸν Ἄρειον ὁμοίως φρονεῖν ἐκέλευσε, τῶν ἐναντίων λόγων ἀφέμενον. Ἐπεὶ δὲ οὐκ ἔπεισεν, ἤδη δὲ πολλοὶ τῶν ἀμφ̓ αὐτὸν τῶν ἐπισκόπων καὶ τοῦ κλήρου λέγειν ὀρθῶς τὸν Ἄρειον ἐνόμιζον, ἀπεκήρυξε τῆς ἐκκλησίας αὐτόν τε καὶ τοὺς συμπράττοντας αὐτῷ περὶ τὸ δόγμα κληρικούς.

Συνέπραττον δὲ αὐτῷ τῆς Ἀλεξανδρέων παροικίας πρεσβύτεροι μὲν Ἀειθαλᾶς καὶ Ἀχιλλᾶς καὶ Καρπώνης τε καὶ Σαρμάτης καὶ Ἄρειος, διάκονοι δὲ Εὐζώϊος καὶ Μακάριος, Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος. Ἐντεῦθεν δὲ καὶ τοῦ λαοῦ οὐκ ὀλίγη μοῖρα μετέθεντο πρὸς αὐτοὺς, οἱ μὲν ὁμοίως χρῆναι περὶ Θεοῦ νομίζειν ἡγούμενοι, οἱ δὲ, τοῦτο δὴ τὸ τοῖς πολλοῖς

75
συμβαῖνον, ὡς ἠδικημένους ἐλεοῦντες καὶ τῆς ἐκκλησίας ἀκρίτως ἐκβεβλημένους.

Ἐπεὶ δὲ κατὰ Ἀλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν Ἄρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων, πρεσβεύονται πρὸς αὐτούς. Καὶ γράψαντες ὡς ἐπίστευον, ἐζήτουν, εἰ μὲν ὀρθῶς. ἔχει τάδε νομίζειν περὶ Θεοῦ, δηλῶσαι Ἀλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς: εἰ δὲ μὴ, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. Οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. Διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῆ ἐπισκόποις ἡ αὐτὴ γέγονε ζήτησις.