Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

λῆξιν. Ἀναπνέουσα δὲ διαπαντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν, αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. Ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως, καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει, καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει.

Ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι: προνοητικὴ φίλων καὶ ξένων ἐστὶ, καὶ τὰ οἰκεῖα, κοινὰ ποιεῖται τῶν δεομένων, καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα, καὶ λυπουμένους παραμυθουμένη: καθόλου δὲ σπουδάζουσα, καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα, λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι, καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίρους παιδεύει, καὶ ὥσπερ φαρμάκοις

57
τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. Λογικὴ γὰρ οὖσα, παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν, καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς.

Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μὲν, ὥς τινες λέγουσιν, Ἡλίας ὁ προφήτης, καὶ Ἰωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος, ἐν τοῖς κατ̓ αὐτὸν χρόνοις ἱστορεῖ, τοὺς πανταχόθεν Ἑβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρείαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. Οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ διαγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν.

Γράφει γὰρ, ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι, καὶ πράγμασι

58
καὶ ἐπιμιξίαις ἀπαγορεύοντας, ἔξω τειχῶν ἐν μοναγρίαις καὶ ἐν κήποις διατρίβειν: οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερὰ, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν: ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν: καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων: καὶ λοιπὸν, ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι: ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον, καὶ ποτὸν ὕδωρ: γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους,