Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν, καὶ τὸ δόγμα ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου, οἱ τότε μετιόντες τὴν μοναστικὴν πολιτείαν. Ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ Θεοῦ ἡ τοιαύτη φιλοσοφία, μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς τεχνολογίας ἀμελεῖ ὡς περιέργου, καὶ

54
τὴν ἐν τοῖς ἀμείνοσι σχολὴν ἀφαιρουμένης, καὶ πρὸς τὸ βιοῦν ὀρθῶς οὐδὲν συλλαμβανομένης.

Μόνη δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα, ἢ μείονα ἐργαζόμενα. Ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα: μόνοις δὲ τοῖς καλοῖς χαίρει. Καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ μὴ δρῶντα δὲ τὸ ἀγαθὸν, φαῦλον νομίζει:

οὐ γὰρ ἐπιδείκνυται ἀρετὴν ἀλλ̓ ἀσκεῖ, παῤ οὐδὲν ποιουμένη τὴν πρὸς ἀνθρώπους δόξαν. Ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς, οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει, οὔτε ταῖς τοῦ σώματος ὑποκατακλίνεται ἀσθενείαις. Θείου δὲ νοῦ δύναμιν κεκτημένη, πρὸς τὸν δημιουργὸν τῶν ὅλων ἀποβλέπει ἀεὶ, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν αὐτὸν σέβει καὶ εὐχαῖς καὶ λιταῖς ἐξιλεοῦται.

Καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη, καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ: μόνα γὰρ μιάσματα

55

ἡγεῖται τὰ ἁμαρτήματα. Κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων, καὶ, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα, οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης, τῆς προαιρέσεως μεθίσταται, οὔτε ὑβριζομένη ἀνιᾶται, οὔτε κακῶς πάσχουσα ἀμύνεται, οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων ἐκπιεζομένη καταπίπτει. Μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾷον, καὶ τὸ ὀλίγων δεῖσθαι δἰ ὅλου τοῦ βίου ἀσκοῦσα, καὶ, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω Θεῷ γινομένη.

Ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη, οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται, οὔτε πέρα τῆς κατεπειγούσης χρείας, τῶν παρόντων προνοεῖ: ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα, καραδοκεῖ τὴν ἐντεῦθεν μακαριότητα, καὶ συντέτακται ἀεὶ πρὸς τὴν εὐδαίμονα

56