Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον, καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. Τῆς δὲ ἀποκριναμένης, ἤρετο περὶ τῆς παρακαταθήκης: καὶ μαθὼν ἀνέστρεφε, καὶ εὑρὼν ᾗ ἐσήμαινεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι.

Ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι, τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν, πτωχοῖς διανέμειν, τοὺς δὲ, προῖκα δανείζειν τοῖς ἐθέλουσιν. Οὔτε δὲ διδοὺς, οὔτε ἀπολαμβάνων, δἰ ἑαυτοῦ παρεῖχεν ἢ ὑπεδέχετο: μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς, ἐπέτρεπε τοῖς

50
προσιοῦσιν, ὅσων ἂν ἐνδεεῖς ἦσαν κομίζεσθαι, καὶ πάλιν ἀποδιδόναι ὅσον ᾔδεσαν κομισάμενοι. Δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον, ἧκεν ὡς ἀποδώσων. Ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ̓ ἑαυτὸν παραδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε: καὶ νομίσας λανθάνειν, οὐκ ἀπέδωκε τὸ χρέος: ἀλλ̓ ὑφελόμενος τοῦ ὀφειλήματος τὴν ἀπόδοσιν, ὡς ἀποτίσας ἀπῆλθε.