Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Νῦν δὲ, σὺν θεῷ φᾶναι, τὰ μετὰ ταῦτα διεξελθεῖν πειράσομαι. Μεμνήσομαι δὲ πραγμάτων οἷς παρέτυχον, καὶ παρὰ τῶν εἰδότων ἢ θεασαμένων ἀκήκοα, κατὰ τὴν ἡμετέραν καὶ πρὸ ἡμῶν γενεάν. Τῶν δὲ περαιτέρω, τὴν κατάληψιν

18
ἐθήρασα ἀπὸ τῶν τεθέντων νόμων διὰ τὴν θρησκείαν, καὶ τῶν κατὰ καιρὸν συνόδων, καὶ νεωτερισμῶν, καὶ βασιλικῶν καὶ ἱερατικῶν ἐπιστολῶν: ὧν αἱ μὲν, εἰς ἔτι νῦν ἐν τοῖς βασιλείοις καὶ ταῖς ἐκκλησίαις σώζονται: αἱ δὲ, σποράδην παρὰ τοῖς φιλολόγοις φέρονται.

Τούτων δὲ τὰ ῥητὰ περιλαβεῖν τῇ γραφῇ πολλάκις ἐννοηθεὶς, ἄμεινον ἐδοκίμασα, διὰ τὸν ὄγκον τῆς πραγματείας, τὴν ἐν αὐτοῖς διάνοιαν συντόμως ἀπαγγεῖλαι: πλὴν εἰ μήτι τῶν ἀμφιλόγων εὑρήσομεν, ἐφ̓ ὧν διάφορός ἐστι τοῖς πολλοῖς δόξα.

Τηνικαῦτα γὰρ εἰ εὐπορήσω τινὸς γραφῆς, παραθήσομαι ταύτην εἰς ἀπόδειξιν τῆς ἀληθείας. Ἵνα δὲ μή τις ἀγνοίᾳ τῶν ὄντων καταψηφίσηται ψεῦδος τῆς πραγματείας, ἐναντίαις ἴσως ἐντυχὼν γραφαῖς, ἰστέον ὡς προφάσει τῶν Ἀρείου δογμάτων καὶ τῶν ὕστερον ἀναφυέντων, διαφερόμενοι πρὸς ἀλλήλους οἱ τῶν ἐκκλησιῶν ἄρχοντες, ἕκαστοι περὶ ὧν ἐσπούδαζον, πρὸς

19
τοὺς ὁμοδόξους ἔγραφον: καὶ καθ̓ ἑαυτοὺς συνιστάμενοι κατὰ συνόδους, ἐψηφίζοντο ἅπερ ἠβούλοντο: καὶ τῶν τἀναντία δοξαζόντων, πολλάκις ἐρήμην κατεδίκαζον: καὶ τοὺς κατὰ καιρὸν βασιλέας, καὶ τοὺς ἀμφ̓ αὐτοὺς δυναμένους περιέποντες, ὡς εἶχον δυνάμεως, ἔπειθον, καὶ ὁμόφρονας αὐτοῖς κατεσκεύαζον: εἰς ἀπόδειξίν τε τοῦ δόξαι σέβειν ὀρθῶς, οἱ μὲν τοῖς, οἱ δὲ ἐκείνοις προστιθέμενοι, συναγωγὴν ἐποιήσαντο τῶν ὑπὲρ τῆς οἰκείας αἱρέσεως φερομένων ἐπιστολῶν,

καὶ τὰς ἐναντίας παρέλιπον. Ὃ δὴ σκολιὰν ἡμῖν λίαν κατεσκεύασε τὴν εὕρεσιν τῶν περὶ ταῦτα συμβάντων. Ἐπεὶ δὲ μάλιστα τῆς ἀληθείας ἐπιμελεῖσθαι χρεὼν διὰ τὸ τῆς ἱστορίας ἀκίβδηλον, ἀναγκαῖον ἐφάνη μοι, ὡς οἷόν τε ἦν, πολυπραγμονῆσαι καὶ τὰς τοιαύτας γραφάς. Εἰ τοίνυν καὶ στάσεις ἐκκλησιαστικῶν πρὸς ἑαυτοὺς περὶ προεδρίας ἢ προτιμήσεως τῆς οἰκείας αἱρέσεως διεξέλθω, μήτῳ φορτικὸν ἢ ἐθελοκάκου προαιρέσεως εἶναι δόξῃ τοιαῦτά με ἱστορεῖν.