Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
  2. ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτʼ Ἀχιλῆα
  3. μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
  4. μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
  5. εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
  6. ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
  7. ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
  8. ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
  9. Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,
  10. ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
  11. εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.
  12. ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο
  13. ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
  14. μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
  15. ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
  16. ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
  17. τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
  18. τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
  19. ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε
  20. παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον