Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
- στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος [*](Zimmermann, for μένος of v.) ἄλλοτε μέν που
- βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
- ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
- κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
- αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος
- ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
- ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
- ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.
- οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
- καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
- καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
- σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.
- ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
- δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
- δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
- τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης
- ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
- πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
- ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη