Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πυθόμενον καθύπερθε [*](Zimmermann’s punctuation and om. of δʼ after λυγραί.) λυγραὶ ὑπέρεπτον ἀνῖαι.
  2. ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
  3. πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
  4. δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
  5. θεινομένης δʼ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
  6. χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·
  7. ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
  8. ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι
  9. λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε
  10. ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
  11. ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα
  12. τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν·
  13. ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
  14. ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου
  15. θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
  16. καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
  17. ἰῶν πεπληθυῖα· πέλοντο δ̓ἄρʼ οἱ μὲν ἐπʼ ἄγρην,
  18. οἱ δʼ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
  19. φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον
  20. κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι