Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
  2. ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι·
  3. κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
  4. δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.
  5. ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
  6. καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
  7. νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα·
  8. ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
  9. ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο·
  10. ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·
  11. ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
  12. οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
  13. θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
  14. ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
  15. ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
  16. Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
  17. ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
  18. παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
  19. μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
  20. τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε