Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
  2. λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
  3. λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
  4. ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
  5. ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
  6. χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
  7. ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
  8. δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
  9. ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
  10. καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
  11. βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
  12. αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
  13. πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
  14. ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
  15. ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
  16. ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
  17. Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
  18. ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
  19. νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων [*](Zimmermann, for θεοδμήτων.) ἀπὸ τειχέων
  20. θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι