Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
  2. φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.
  3. ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
  4. πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
  5. ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
  6. καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
  7. ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
  8. οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
  9. ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
  10. πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ
  11. Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
  12. τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
  13. υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
  14. τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
  15. ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·
  16. ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
  17. εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
  18. ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
  19. ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
  20. ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες