Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
- τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
- ἄσπετα δῶρα διδόντες, ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
- οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
- δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
- ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
- ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
- φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
- τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
- καί ῥʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
- υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
- ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
- πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
- ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
- ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
- καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
- τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
- σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
- καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
- οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω