Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
  2. Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
  3. αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
  4. κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
  5. ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·
  6. αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
  7. μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
  8. αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
  9. ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
  10. ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
  11. χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
  12. οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
  13. δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
  14. δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·
  15. ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
  16. ---
  17. τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
  18. αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
  19. πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
  20. χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο.