Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
- αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
- εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
- ὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
- δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
- κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
- λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
- αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
- Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
- ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν
- τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς
- ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
- παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
- ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
- πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
- αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
- παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
- ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων
- Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι
- εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·