Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
  2. ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
  3. ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
  4. ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε
  5. χαλκός· ὁ δʼ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
  6. ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος
  7. Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων.
  8. καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
  9. εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρʼ ἄγουσα.
  10. χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες
  11. νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
  12. ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δʼ ἐνὶ νηυσὶν
  13. Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
  14. πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν
  15. πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.