Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
  2. ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
  3. ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
  4. σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
  5. ῥιζόθεν, ἡ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα·
  6. ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
  7. ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή·
  8. τῷ δʼ ἄρʼ ἔπʼ Εὐρύπυλος μεγάλʼ εὔχετο δῃωθέντι·
  9. κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
  10. οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σʼ ἔγωγε
  11. νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι·
  12. σχέτλιος, οὐδʼ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·
  13. οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.
  14. ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι
  15. μήδετʼ ἐπεσσύμενος· τοῦ δʼ ἀντίος ἦλθε Μαχάων
  16. χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·
  17. δουρὶ δέ μιν στονόεντι κατʼ εὐρέος ἤλασεν ὤμου
  18. δεξιτεροῦ, σύτο δʼ αἷμα πολυσθενέος περ ἐόντος·
  19. ἀλλʼ οὐδʼ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,
  20. ἀλλʼ, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος