Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι
- πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
- ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
- Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα
- ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
- ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον [*](Verse inserted by Zimmermann ex P.)
- ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
- εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·
- ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
- ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
- ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
- θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ
- Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
- αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
- λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
- αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
- Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
- ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος
- ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·
- καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,