Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
  2. αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
  3. ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
  4. ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
  5. ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
  6. Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν
  7. ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·
  8. καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
  9. ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
  10. ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδεσ̔ αἱ μὲν ὀϊστοῖς
  11. βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης
  12. μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·
  13. τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ
  14. ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
  15. ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
  16. τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·
  17. τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
  18. ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι
  19. θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος
  20. πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα