Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
- οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
- ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
- δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·
- πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
- ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
- αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.
- αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
- Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
- ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
- ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
- κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
- ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
- μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ
- Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
- σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
- λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
- πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
- ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
- τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·